divendres, 30 de maig de 2014

κολοσσὸν Ῥόδου



Aὐτῷ σοὶ πρὸς Ὄλυμπον ἐμακύναντο κολοσσὸν 
τόνδε Ῥόδου ναέται Δωρίδος, Ἀέλιε
χάλκεον ἁνίκα κῦμα κατευνάσαντες Ἐνυοῦς 
ἔστεψαν πάτραν δυσμενέων ἐνάροις. 
οὐ: γὰρ ὑπὲρ πελάγους μόνον † κάτθεσαν, ἀλλὰ 
καὶ ἐν γᾷ, 
ἁβρὸν ἀδουλώτου φέγγος ἐλευθερίας: 
τοῖς γὰρ ἀφ᾽ Ἡρακλῆος ἀεξηθεῖσι γενέθλας 
πάτριος ἐν πόντῳ κἠν χθονὶ κοιρανία.


dissabte, 24 de maig de 2014

Aeolio carmine nobilem

Photo by Manel R. Granell (Festival Tarraco Viva)

Quem tu, Melpomene, semel
nascentem placido lumine uideris,
illum (...)
quae Tibur aquae fertile praefluunt              
     et spissae nemorum comae
fingent Aeolio carmine nobilem.


divendres, 16 de maig de 2014

Ἐσεῖδον Ἀρτέμιδος


καὶ κραναᾶς Βαβυλῶνος ἐπίδρομον ἅρμασι τεῖχος
καὶ τὸν ἐπ᾽ Ἀλφειῷ Ζᾶνα κατηυγασάμην,
καὶ μέγαν αἰπεινᾶν πυραμίδων κάματον,
μνᾶμάτε Μαυσώλοιο πελώριον ἀλλ᾽ ὅτ᾽ ἐσεῖδον
Ἀρτέμιδος νεφέων ἄχρι θέοντα δόμον,
κεῖνα μὲν ἠμαύρωτο † δεκηνιδε νόσφιν Ὀλύμπου
ἅλιος οὐδέν πω τοῖον ἐπηυγάσατο.
(Ἀντίπατρος, Anth. Gr. 9.58)

divendres, 9 de maig de 2014

Μνῆμα παμμέγεθες



 ν Ἁλικαρνασσῷ μνῆμαπαμμέγεθες ἔχω ἐπικείμενον, ἡλίκον οὐκ ἄλλος νεκρός, ἀλλ᾽ οὐδὲ οὕτως ἐς κάλλος ἐξησκημένον, ἵππων καὶ ἀνδρῶν ἐς τὸ ἀκριβέστατον εἰκασμένων λίθου τοῦ καλλίστου, οἷον οὐδὲ νεὼν εὕροι τις ἂν ῥᾳδίως (Λουκιανός ὁ ΣαμοσατεύςΝεκρικοὶ Διάλογοι: Διογένης καὶ Μαύσωλος, 1)

divendres, 2 de maig de 2014

Post vina

Photo by (c)Jesusburgo,2013.
Quis post vina gravem militiam aut pauperiem crepat?
Quis non te potius, Bacche pater, teque, decens Venus?