diumenge, 28 de maig del 2017

Periuri plenissimus


Daem.
Quis istic est qui deos tam parvi pendit? paucis expedi.

Trach.
Fraudis sceleris parricidi periuri plenissimus,
legirupa impudens impurus inverecundissimus,
uno verbo absolvam, lenost: quid illum porro praedicem?



diumenge, 21 de maig del 2017

Θιάσοις ἐν μέσοισιν

Greek God Dionysus and Maenads, by Cristian Baitg.

Ἔκδημος ὢν μὲν τῆσδ᾽ ἐτύγχανον χθονός, 
κλύω δὲ νεοχμὰ τήνδ᾽ ἀνὰ πτόλιν κακά, 
γυναῖκας ἡμῖν δώματ᾽ ἐκλελοιπέναι 
πλασταῖσι βακχείαισιν, ἐν δὲ δασκίοις 
ὄρεσι θοάζειν, τὸν νεωστὶ δαίμονα 
Διόνυσον, ὅστις ἔστι, τιμώσας χοροῖς: 
πλήρεις δὲ θιάσοις ἐν μέσοισιν ἑστάναι 
κρατῆρας, ἄλλην δ᾽ ἄλλοσ᾽ εἰς ἐρημίαν 
πτώσσουσαν εὐναῖς ἀρσένων ὑπηρετεῖν, 
πρόφασιν μὲν ὡς δὴ μαινάδας θυοσκόους, 
τὴν δ᾽ Ἀφροδίτην πρόσθ᾽ ἄγειν τοῦ Βακχίου. 


diumenge, 14 de maig del 2017

Θεῶν τὸν ἄριστον

God Zeus, photo by Cristian Baitg.
Ζῆνα θεῶν τὸν ἄριστον ἀείσομαι ἠδὲ μέγιστον, 
εὐρύοπα, κρείοντα, τελεσφόρον, ὅστε Θέμιστι 
ἐγκλιδὸν ἑζομένῃ πυκινοὺς ὀάρους ὀαρίζει. 
ἵληθ᾽, εὐρύοπα Κρονίδη, κύδιστε μέγιστε.

diumenge, 7 de maig del 2017

Oὐδέ μ᾽ ἔθελξε

Goddess Circe, photo by Cristian Baitg.
Tεῦχε δέ μοι κυκεῶ χρυσέῳ δέπαι, ὄφρα πίοιμι,
ἐν δέ τε φάρμακον ἧκε, κακὰ φρονέουσ᾽ ἐνὶ θυμῷ.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον, οὐδέ μ᾽ ἔθελξε...