diumenge, 2 de juliol del 2017

σπιλάδες τε πάγοι

A cloudy sunset, by Alexander Pappas.
Nῆχε δ᾽ ἐπειγόμενος ποσὶν ἠπείρου ἐπιβῆναι.
ἀλλ᾽ ὅτε τόσσον ἀπῆν ὅσσον τε γέγωνε βοήσας,
καὶ δὴ δοῦπον ἄκουσε ποτὶ σπιλάδεσσι θαλάσσης:
ῥόχθει γὰρ μέγα κῦμα ποτὶ ξερὸν ἠπείροιο
δεινὸν ἐρευγόμενον, εἴλυτο δὲ πάνθ᾽ ἁλὸς ἄχνῃ:
οὐ γὰρ ἔσαν λιμένες νηῶν ὄχοι, οὐδ᾽ ἐπιωγαί.
ἀλλ᾽ ἀκταὶ προβλῆτες ἔσαν σπιλάδες τε πάγοι τε..


Cap comentari:

Publica un comentari a l'entrada